Add parallel Print Page Options

11 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ [a]εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς [b]οὔπω ἀνθρώπων [c]ἐκάθισεν· [d]λύσατε αὐτὸν καὶ φέρετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε [e]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ [f]εὐθὺς αὐτὸν ἀποστέλλει [g]πάλιν ὧδε. [h]καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον [i]πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼς [j]εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 οὔπω WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 ἐκάθισεν WH NIV ] κεκάθικεν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 λύσατε αὐτὸν καὶ φέρετε WH Treg NIV ] λύσαντες αὐτὸν ἀγάγετε RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 ὅτι RP ] – WH Treg NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 πάλιν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 καὶ ἀπῆλθον WH Treg NIV ] Ἀπῆλθον δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 πρὸς WH Treg NIV ] + τὴν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:6 εἶπεν WH Treg NIV ] ἐνετείλατο RP